Ἦχος α´. |
|
Ἐν τῶ Μικρῶ Ἑσπερινῶ. |
|
Παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί· σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ἡ ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς παρθενίας, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβὶμ μετὰ σώματος βαστάσασα. Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. | Σήμερα τὸ πανηγύρι τῆς Παρθένου, ἀδελφοί· ἂς σκιρτήσει ἡ κτίση, ἂς χορέψει ἡ ἀνθρωπότητα· μᾶς συγκέντρωσε ἡ ἁγία Θεοτόκος, τὸ καθαρὸ διαπίστευμα τῆς παρθενίας ὁ λογικὸς παράδεισος τοῦ δευτέρου Ἀδάμ, τὸ ἐργαστήριο τῆς ἑνώσεως τῶν δύο φύσεων, τὸ πανηγύρι τῆς σωτήριας συναλλαγῆς, ὁ νυμφικὸς χῶρος, ὅπου ὁ Λόγος ἑνώθηκε μὲ τὴν σάρκα, τὸ πραγματικὰ ἐλαφρὺ σύννεφο1 ποὺ σήκωσε ἐπάνω του αὐτὸν ποὺ ἀναπαύεται στὰ Χερουβίμ. Μὲ τὶς δικές της ἱκεσίες, σῶσε Χριστὲ καὶ Θεὲ τὶς ψυχές μας. |
Εἰς τὸν Στίχον. |
|
Νεφέλην σε φωτὸς ἀϊδίου, Παρθένε, ὁ Προφήτης ὠνόμασεν· ἐν σοὶ γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, καταβὰς ὁ Λόγος τοῦ Πατρός, καὶ ἐκ σοῦ ἀνατείλας, τὸν κόσμον ἐφώτισε, τὴν πλάνην κατήργησε, Χριστὸς ὁ Θεὸς ἡμῶν. Αὐτὸν ἱκετεύουσα ἐκτενῶς, Παναγία, δεόμεθα, μὴ παύσῃ ὑπὲρ ἡμῶν, τῶν ἀληθῆ Θεοτόκον ὁμολογούντων σε. | Νεφέλη τοῦ αἰωνίου φωτός, ἐσένα Παρθένε, ὁ Προφήτης ἀποκάλεσε2· διότι μέσα σ᾿ ἐσένα ἦλθε, σὰν βροχὴ πάνω σε μαλλί3, συγκαταβαίνοντας ὁ Λόγος τοῦ Πατρός, καὶ ἀφοῦ ἀπὸ σένα ἀνέτειλε, φώτισε τὸν κόσμο καὶ κατάργησε τὴν πλάνη, ὁ Χριστὸς καὶ Θεός μας. Αὐτόν, Παναγία, σὲ παρακαλοῦμε νὰ ἱκετεύεις ἀσταμάτητα, ὅσοι σὲ ὁμολογοῦμε ἀληθινὴ Θεοτόκο. |
Ἐν τῶ Μεγάλῳ Ἑσπερινῶ. |
|
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότειχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος. | Ἂς ἀνυμνήσουμε τὴν παγκόσμια δόξα, ποὺ προῆλθε ἀπ᾿ τὸ ἀνθρώπινο γένος, αὐτὴν ποὺ γέννησε τὸν Δεσπότη, αὐτὴν ποὺ ἔγινε πύλη τῶν οὐρανῶν, τὴν Μαρία τὴν Παρθένο, τὸ τραγούδι τῶν Ἀγγέλων καὶ τὸ στολίδι τῶν πιστῶν· διότι αὐτὴ ἀναδείχθηκε οὐράνιος τόπος καὶ ναὸς τῆς θεότητας. Αὐτή, ἀφοῦ γκρέμισε τὴν μεσοτοιχία τῆς ἐχθρότητας4, εἰσήγαγε ἀντ᾿ αὐτῆς τὴν εἰρήνη καὶ ἄνοιξε τὶς πύλες τῆς Βασιλείας. Κατέχοντας λοιπὸν αὐτὴν ὡς ἄγκυρα τῆς πίστεως, ἔχουμε στρατηλάτη τὸν Κύριο ποὺ ἀπὸ τὰ σπλάγχνα της ἐγέννησε. Ἔχε θάρρος, λοιπόν, ἔχε θάρρος λαὲ τοῦ Θεοῦ, διότι αὐτὸς θὰ πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος. |
Ἦχος β´. |
|
Ἐν τῶ Μικρῶ Ἑσπερινῶ. |
|
Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουήλ, φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος· παρθενίας δὲ κλεῖθρα οὐ διέῤῥηξεν, ὡς Θεός· ἀλλ᾿ οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι᾿ ἀκοῆς εἰσῆλθεν· οὕτως ἐσαρκώθη, ὡς συνελήφθη· ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, εἰ μὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος. | Τί μέγιστο μυστήριο! Βλέποντας τὰ θαύματα, ὁμολογῶ τὴν θεότητα, χωρὶς νὰ ἀρνοῦμαι τὴν ἀνθρωπότητα. Ὁ Ἐμμανουὴλ εἰσῆλθε ἀπὸ τὴν θύρα τῆς φύσεως ὡς φιλάνθρωπος, χωρὶς νὰ ἀναιρέσει ὡς Θεὸς τὴν παρθενία, καὶ μὲ τὸν ἴδιο (σιωπηλὸ καὶ ἀκατάληπτο τρόπο) ἐξῆλθε ἀπὸ τὴν μήτρα, ὅπως εἰσῆλθε μὲ τὸν λόγο (τοῦ Ἀγγέλου), δηλαδὴ σαρκώθηκε συγχρόνως μὲ τὴν σύλληψη, Εἰσῆλθε χωρὶς φθορὰ καὶ ἐξῆλθε ἀνερμηνεύτως, ὅπως λέγει ὁ προφήτης (Ἰεζεκιήλ)5: Αὐτὴ ἡ πύλη εἶναι ἤδη κλειστὴ καὶ κανεὶς δὲν θὰ τὴν περάσει παρὰ μόνον ὁ Θεός, ὁ κύριος του Ἰσραὴλ ποὺ διαθέτει τὸ μέγα ἔλεος. |
Εἰς τὸν Στίχον. |
|
Τίς σε κατ᾿ ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη θεόνυμφε, ὑπὲρ τῆς διὰ σοῦ γεγονυίας τῷ κόσμῳ ἀπολυτρώσεως; εὐχαριστοῦντες οὖν κραυγάζομέν σοι λέγοντες· Χαῖρε ἡ τὸν Ἀδὰμ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα. Χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τῇ φωτοφόρῳ ἀναστάσει τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν· σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν. | Ποιὸς (μπορεῖ) ἐπάξια νὰ σὲ ἐπαινέσει καὶ νὰ σὲ μακαρίσει θεόνυμφε Κόρη, γιὰ τὴν ἀπολύτρωση τοῦ κόσμου ποὺ συνέβη ἐξ αἰτίας σου; Εὐχαριστώντας λοιπόν, σοῦ λέμε φωναχτά: Χαῖρε ἐσὺ ποὺ θέωσες τὸν Ἀδάμ, καὶ σύνδεσες τὰ διαιρεμένα· Χαῖρε ἐσὺ ποὺ φώτισες τὸ γένος μας μὲ τὴν φωτοφόρο Ἀνάσταση τοῦ Υἱοῦ σου καὶ Θεοῦ μας. Ἐσένα λοιπὸν μεγαλύνουμε ἀδιάκοπα. |
Ἐν τῶ Μεγάλῳ Ἑσπερινῶ. |
|
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν. | Μὲ τὸν ἐρχομὸ τῆς χάριτος πέρασε ἡ σκιὰ τοῦ νόμου. Ὅπως ἡ βάτος ἂν καὶ φλεγόταν δὲν καιγόταν6, ἔτσι κι ἐσύ, ἐνῷ γέννησες ἐν παρθενίᾳ ἔμεινες παρθένος. Καὶ ἀντὶ τοῦ πύρινου στύλου7, ἀνέτειλε ὁ Ἥλιος τῆς δικαιοσύνης, ἀντὶ τοῦ Μωϋσέως ὁ Χριστός, ὁ σωτήρας τῶν ψυχῶν μας. |
Ἦχος γ´. |
|
Ἐν τῶ Μικρῶ Ἑσπερινῶ. |
|
Μέγιστον θαῦμα! παρθένος τεκοῦσα, καὶ τὸ τεχθέν, Θεὸς πρὸ αἰώνων· προφανεὶς ὁ τόκος, καὶ τὸ τελούμενον ὑπὲρ φύσιν. Ὢ μυστηρίου φρικώδους! ὃ καὶ νοούμενον, ἄφραστον μένει, καὶ θεωρούμενον, οὐ καταλαμβάνεται. Μακαρία σὺ εἶ ἄχραντε Κόρη, Ἀδὰμ τοῦ γηγενοῦς θυγάτηρ, καὶ Θεοῦ τοῦ Ὑψίστου φανεῖσα μήτηρ· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. | Μέγιστο θαῦμα! Ἡ Παρθένος νὰ ἔχει γεννήσει καὶ τὸ παιδὶ νὰ εἶναι ὁ προαιώνιος Θεός, Νὰ εἶναι ἐμφανὴς ἡ γέννηση, ἀλλὰ τὸ γεγονὸς νὰ ὑπερβαίνει τὴν φύση. Τί φοβερὸ μυστήριο! Εἶναι αὐτὸ ποὺ ἐνῷ τὸ σκεπτόμαστε, ἀδυνατοῦμε νὰ τὸ ἐκφράσουμε, ἐνῷ τὸ προσεγγίζουμε, δὲν γίνεται κατανοητό. Μακάρια εἶσαι ἐσὺ ἄχραντη Κόρη, θυγατέρα τοῦ αὐτόχθονα (= χοϊκοῦ) Ἀδάμ, ποὺ ἐμφανίστηκες ὡς μητέρα τοῦ ὑψίστου Θεοῦ. Αὐτὸν ἱκέτευε γιὰ τὴν σωτηρία τῶν ψυχῶν μας. |
Εἰς τὸν Στίχον. |
|
Ἀνάπλασιν καὶ ζωήν, διὰ σοῦ δευτέραν γινώσκομεν, ἄχραντε Μαρία, τῆς ἀνθρωπίνης φύσεως, ἐν τῇ γαστρί σου φυραθέντα τὸν Κτίστην τῆς κτίσεως, καὶ ἀναστήσαντα ἡμᾶς, ἐκ τοῦ ᾅδου, καὶ τοῦ θανάτου, καὶ ζωὴν αἰώνιον παρεσχηκότα ἡμῖν, τοῦ βοᾶν σοι Ἀειπάρθενε· Χαῖρε ἡ συνάψασα τὰ κάτω τοῖς ἐπουρανίοις· Χαῖρε ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ προστασία καὶ ἀντίληψις· Χαῖρε ἡ τῇ ἀναστάσει τοῦ Υἱοῦ σου, φαιδρύνουσα τὰ σύμπαντα, καὶ παρέχουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος. | Ἐκ αἰτίας σου, ἄχραντη Μαρία, γνωρίζουμε δεύτερη ἀνάπλαση καὶ ζωὴ τῆς ἀνθρώπινης φύσεως, ποὺ ὀφείλεται στὸ ὅτι ὁ Δημιουργὸς τῆς κτίσεως ζυμώθηκε στὴν κοιλιά σου καὶ μᾶς ἀνάστησε ἀπὸ τὸν ᾅδη καὶ τὸν θάνατο καὶ μᾶς πρόσφερε αἰώνια ζωή, ὥστε νὰ ὑμνολογοῦμε Ἀειπάρθενε: Χαῖρε ἐσὺ ποὺ ἕνωσες τὰ ἐπίγεια μὲ τὰ οὐράνια· Χαῖρε ἡ ἐλπίδα, ἡ προστασία καὶ ἡ κατανόηση τῆς οἰκουμένης· Χαῖρε ἐσὺ ποὺ χαροποιεῖς τὰ σύμπαντα μὲ τὴν Ἀνάσταση τοῦ Υἱοῦ σου, παρέχοντας στὸν κόσμο τὸ μέγα ἔλεος. |
Ἐν τῶ Μεγάλῳ Ἑσπερινῶ. |
|
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ᾿ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διό, μητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε. | Πῶς νὰ μὴ θαυμάσουμε τὴν θεανδρική σου γέννηση πανσεβάσμια; Διότι, χωρὶς νὰ σχετιστεῖς μὲ ἄνδρα, γέννησες σαρκικῶς Υἱὸ χωρὶς πατέρα, αὐτὸν ποὺ γεννήθηκε ἀπὸ τὸν Πατέρα προαιωνίως χωρὶς μητέρα, χωρὶς νὰ ὑποστεῖ τροπὴ ἢ χώνευση ἢ διαίρεση, ἀλλὰ φυλάσσοντας σώα τὴν ἰδιότητα καθεμιᾶς οὐσίας. Γι᾿ αὐτό, μητροπάρθενη Δέσποινα, ἱκέτευε τὸν Υἱόν σου νὰ σωθοῦν οἱ ψυχές μας, ὅσων σὲ ὁμολογοῦν Θεοτόκο κατὰ ὀρθόδοξο τρόπο. |
Ἦχος δ´. |
|
Ἐν τῶ Μικρῶ Ἑσπερινῶ. |
|
Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνου, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας πιστῶν αὐτοῦ, τοὺς δοξάζοντας Χριστοῦ, τὸν Σταυρὸν καὶ τὴν ταφήν, καὶ τὴν ἔνδοξον ἀνάστασιν· διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. | Συνέλαβες χωρὶς σπορὰ καὶ γέννησες ἀνομολόγητα, αὐτὸν ποὺ γκρεμίζει ἀπὸ τὸ θρόνο τοὺς δυνάστες καὶ ὑψώνει τοὺς ταπεινούς8, καὶ ἀνυψώνει τὴν δύναμη τῶν πιστῶν του9, ποὺ δοξολογοῦν τὸ Σταυρὸ καὶ τὴν Ταφὴ καὶ τὴν Ἀνάσταση τοῦ Χριστοῦ. Γι᾿ αὐτὸ κι ἐσένα Θεοτόκε, ποὺ εἶσαι ἡ αἰτία τῶν τόσων ἀγαθῶν, σὲ μακαρίζουμε μὲ ἀσταμάτητες ᾠδές, ὡς πρεσβεύουσα πάντοτε γιὰ νὰ σωθοῦν οἱ ψυχές μας. |
Εἰς τὸν Στίχον. |
|
Ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενος Υἱός, ἐν ὑψίστοις ὑπὸ τῶν Σεραφίμ, τὸν πρωτόπλαστον ἀναπλάσαι βουλόμενος, ὅλον ἑαυτὸν ἐκένωσεν ἀφράστως ἐν μήτρᾳ σου, Θεοτόκε πανύμνητε, καὶ ἐκ σοῦ ἀνατείλας, ἐφώτισε πάντα τὸν κόσμον θεότητι, ῥυσάμενος εἰδωλομανίας· καὶ ἐν ἑαυτῷ θεώσας, εἰς οὐρανοὺς ἀνήγαγε τὸ ἀνθρώπινον, Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. | Ὁ Υἱὸς ποὺ μαζὶ μὲ τὸν Πατέρα καὶ τὸ Πνεῦμα δοξολογοῦνται στὰ ὑπερουράνια ἀπὸ τὰ Σεραφείμ, θέλοντας νὰ ἀναπλάσει τὸν πρωτόπλαστο, ἄδειασε τὸν ἑαυτό του μὲ ἄρρητο τρόπο στὴν μήτρα σου, πανύμνητη Θεοτόκε, καὶ ἀφοῦ στὸν ἑαυτό του ἐνθέωσε τὴν ἀνθρώπινη φύση, τὴν ἀνύψωσε στὰ οὐράνια, Χριστὸς ὁ Θεὸς καὶ σωτήρας τῶν ψυχῶν μας. |
Ἐν τῶ Μεγάλῳ Ἑσπερινῶ. |
|
Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος. | Ὁ πρόγονος τοῦ Χριστοῦ προφήτης Δαβὶδ σὲ προανήγγειλε μὲ ᾠδὲς σ᾿ αὐτὸν ποὺ ἐνήργησε τὰ μεγαλεῖα σου, λέγοντας: στάθηκε ἡ βασίλισσα στὰ δεξιά σου10. Διότι ἐσένα σὲ ἀνέδειξε πρόξενο ζωῆς ὁ Θεὸς ποὺ εὐδόκησε νὰ ἐνανθρωπήσει ἀπὸ ἐσένα χωρὶς παρουσία πατέρα, γιὰ νὰ ἀναπλάσει τὴν εἰκόνα του11, ποὺ εἶχε φθαρεῖ ἀπὸ τὰ πάθη, καὶ βρίσκοντας τὸ περιπλανώμενο στὰ ὄρη πρόβατο τὸ ἀνέλαβε στοὺς ὤμους του12 καὶ τὸ ἔφερε ἐνώπιον τοῦ Πατρός, ὥστε νὰ τὸ συνδέσει μὲ τὸ θέλημά του μὲ τὶς οὐράνιες δυνάμεις, καὶ νὰ σώσει, Θεοτόκε, τὸν κόσμο, ὁ Χριστός, ποὺ ἔχει τὸ μέγα καὶ πλούσιο ἔλεος. |
Ἦχος πλ. α´. |
|
Ἐν τῶ Μικρῶ Ἑσπερινῶ. |
|
Τὴν θεοπρεπῆ καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβίμ· ὁ γὰρ Δημιουργὸς τῶν ὅλων ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως. Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τίς οὐκ ἐκπλαγῇ ἐν τούτῳ ἀκουτισθείς, ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπὴ ἐν αὐτῷ οὐχ ὑπῆρξε; καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη; καθὼς ὁ Προφήτης λέγει· Ἄνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰ μὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος. | Ἂς τιμήσουμε τὴν θεοπρεπῇ καὶ σεβάσμια Κόρη, τὴν πιὸ ἀξιόλογη ἀπὸ τὰ Χερουβείμ. Διότι θέλοντας ὁ Δημιουργός του κόσμου νὰ γίνει ἄνθρωπος, κατοίκησε ἐντός της μὲ ἄρρητο τρόπο. Τί παράξενα πράγματα καὶ παράδοξα μυστήρια! Ποιὸς δὲν θὰ ἐκπλαγεῖ ἀκούγοντάς τα; Ὅτι δηλαδὴ ὁ Θεὸς ἔγινε ἄνθρωπος, χωρὶς νὰ ἀλλάξει τὴν φύση του; Καὶ ὅτι διῆλθε διὰ τῆς πύλης τῆς παρθενίας, χωρὶς νὰ ὑπάρξει μείωση τῆς φύσεως τῆς Παρθένου; Καὶ ὅπως λέει ὁ προφήτης (Ἰεζεκιήλ): Ποτὲ ἄνθρωπος δὲν θὰ περάσει (ἀπὸ αὐτὴν τὴν πύλη), παρὰ μόνον ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, αὐτὸς ποὺ διαθέτει τὸ μέγα ἔλεος13. |
Εἰς τὸν Στίχον. |
|
Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν προφητῶν, πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς Πλαστουργός, καὶ τοῦ κόσμου παντός· ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς θεότητος, καὶ ἄφλεκτον μείνασαν· ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον ὑπάρχει Θεομῆτορ! διό σε δοξάζομεν, διὰ σοῦ γὰρ γέγονεν ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν. | Οἱ προφητεῖες ποὺ σὲ ἀφοροῦσαν, ἁγνὴ Παρθένε, πραγματοποιήθηκαν. Ἕνας ἀπὸ τοὺς προφῆτες σὲ ὀνόμασε πύλη τῆς Ἐδέμ, ποὺ βλέπει στὴν ἀνατολή, διὰ τῆς ὁποίας κανεὶς δὲν διῆλθε, παρὰ μόνον ὁ δημιουργός σου καὶ δημιουργὸς ὅλων14, ἄλλος (προφήτης) σὲ περιέγραψε ὡς βάτο ποὺ φλέγεται15, ἀφοῦ μέσα σου ἐνοίκησε τὸ πῦρ τῆς θεότητας χωρὶς νὰ σὲ κάψει, ἄλλος (προφήτης) σὲ ὀνόμασε ἅγιο ὄρος, ἀπὸ τὸ ὁποῖο κόπηκε χωρὶς ἀνθρώπινη ἐνέργεια ὁ ἀκρογωνιαῖος λίθος, ποὺ γκρέμισε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορα16, Πραγματικὰ μέγα καὶ παράδοξο εἶναι τὸ μυστήριο ποὺ ἐνεργεῖται σ᾿ ἐσένα, μητέρα τοῦ Θεοῦ: Γι᾿ αὐτό σε δοξάζουμε, ἀφοῦ χάρη σ᾿ ἐσένα ἐπιτεύχθηκε ἡ σωτηρία μας. |
Ἐν τῶ Μεγάλῳ Ἑσπερινῶ. |
|
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς. | Στὴν Ἐρυθρὰ θάλασσα κάποτε προδιαγράφηκε ἡ εἰκόνα τῆς ἀπειρόγαμης νύμφης. Τότε ὁ Μωυσῆς διαίρεσε τὸ νερό17, τώρα ὁ Γαβριὴλ ὑπηρέτησε τὸ θαῦμα. Τότε ὁ Ἰσραὴλ διῆλθε διὰ τοῦ βυθοῦ χωρὶς νὰ βραχεῖ18, τώρα ἡ Παρθένος γέννησε τὸν Χριστὸ χωρὶς σπορά. Ἡ δίοδος διὰ τῆς θάλασσας κλείστηκε μετὰ τὴν διέλευση τοῦ Ἰσραήλ19, ἡ ἄμεμπτη (Κόρη) ἔμεινε ἄφθορη μετὰ τὴν γέννηση τοῦ Ἐμμανουήλ. Θεέ, ὁ ὑπάρχων καὶ προϋπάρχων καὶ ἐμφανισθεὶς ὡς ἄνθρωπος, ἐλέησέ μας. |
Ἦχος πλ. β´. |
|
Ἐν τῶ Μικρῶ Ἑσπερινῶ. |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον· τὴν σὴν γὰρ ἄχραντον ὑποδὺς γαστέρα, ὁ πάντων Δημιουργός, ἐγένετο σάρξ, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ σοῦ ληφθείσῃ, λογικῶς ἐμψυχωμένῃ σαρκί, καὶ ἐν αὑτῷ τὸ εἶναι λαβούσῃ, ἑνωθεὶς καθ᾿ ὑπόστασιν· ὅθεν εὐσεβῶς, ἐν δύο φύσεσιν ἐπιδηλουμέναις, τὴν διαφορὰν ποιούμεθα. Αὐτὸν ἱκέτευε σεμνὴ Παναγία, καταπέμψαι ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. | Ἀξίζει νὰ σὲ μακαρίζουμε Θεοτόκε. Ἀφοῦ εἰσῆλθε στὴν κοιλιά σου ὁ Δημιουργός του κόσμου, ἔγινε σάρκα, χωρὶς νὰ ἀλλοιωθεῖ ἡ φύση του, καὶ χωρὶς νὰ εἶναι φαντασία τὸ σωτηριῶδες ἔργο20. Λαμβάνοντας ἀπὸ ἐσένα λογικὴ καὶ ἔμψυχη σάρκα, στὸ πρόσωπό του κατέστη ὕπαρξη, ἀφοῦ ἑνώθηκε μαζί της ὑποστατικά. Γι᾿ αὐτὸ καὶ διακρίνουμε μὲ εὐσέβεια τὶς δύο φύσεις., Ἱκέτευέ τον, σεμνὴ Παναγία, νὰ μᾶς στείλει εἰρήνη καὶ μέγα ἔλεος. |
Εἰς τὸν Στίχον. |
|
Δεῦτε πάντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν παναγίαν Παρθένον, καὶ Θεοτόκον ἀνευφημήσωμεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀπορρήτων θαυμάτων τὸ ἐργαστήριον· ἐν αὐτῇ γὰρ γέγονε καινά· ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπῇ τῶν φύσεων, ἀλλ᾿ ἑνώσει τῇ καθ᾿ ὑπόστασιν· προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἀδιαιρέτως γνωριζόμενος, θεληματικῶς τε καὶ ἐνεργητικῶς, καθ᾿ ἑκατέραν οὐσίαν, ὁ αὐτὸς τὸ ἀληθὲς πιστούμενος, τῆς σωτηρίου οἰκονομίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ παρέχων τῷ κόσμῳ ἱλασμόν, εἰρήνην, καὶ τὸ μέγα ἔλεος. | Ἐλᾶτε ὅλα τὰ ἔθνη νὰ ὑμνολογήσουμε μὲ ἀγαλλόμενη φωνὴ τὴν παρθένο Παναγία καὶ Θεοτόκο, αὐτὴν ποὺ κατέστη χωνευτήριο τῆς ἀνθρώπινης οὐσίας καὶ ἐργαστήριο μυστικῶν θαυμάτων. Σ᾿ αὐτὴν ἐνεργήθηκαν καινούργιες συνθῆκες: ὁ ἄναρχος λαμβάνει ἀρχή, ὁ Λόγος λαμβάνει σάρκα, ὁ Θεὸς γίνεται ἄνθρωπος γιὰ νὰ κάνει τὸν ἄνθρωπο θεό21, ὄχι μὲ ἀλλοίωση τῶν φύσεων, ἀλλὰ μὲ ὑποστατικὴ ἕνωση. Διότι ἀπὸ δύο ἀντίθετα προέρχεται ἕνας, ποὺ γνωρίζεται σὲ δύο τέλειες φύσεις καὶ κατὰ τὰ θελήματα καὶ κατὰ τὶς ἐνέργειες καθεμιᾶς ἀπὸ τὶς δύο οὐσίες, ἕνας καὶ ὁ ἴδιος πραγματικὰ ὑπεύθυνος τῆς σωτήριας πράξης, ὁ Χριστὸς καὶ Θεός μας, ποὺ παρέχει στὸν κόσμο λύτρωση καὶ μέγα ἔλεος. |
Ἐν τῶ Μεγάλῳ Ἑσπερινῶ. |
|
Τίς μὴ μακαρίσει σε, παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. | Ποιὸς νὰ μὴ σὲ μακαρίσει παρθένε Παναγία; Ποιὸς νὰ μὴν ὑμνολογήσει τὸν ὑπερφυσικὸ τόκο σου; Διότι ὁ μονογενὴς Υἱὸς ποὺ ἀχρόνως προῆλθε ἀπὸ τὸν Πατέρα, ὁ ἴδιος ἐνανθρώπησε μὲ ἄρρητο τρόπο ἀπὸ ἐσένα, ὄντας κατὰ φύση Θεὸς καὶ γενόμενος ἄνθρωπος γιὰ χάρη μας, χωρὶς νὰ διαιρεῖται σὲ δύο πρόσωπα, ἀλλὰ γνωριζόμενος σὲ δύο ἀσύγχυτες φύσεις. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, νὰ ἐλεηθοῦν οἱ ψυχές μας. |
Ἦχος βαρύς. |
|
Ἐν τῶ Μικρῶ Ἑσπερινῶ. |
|
Φρικτὸν καὶ ἄρρητον ὄντως, τὸ ἐπὶ σοὶ πεπραγμένον μυστήριον Ἀμίαντε! Λόγον γὰρ τῶν πάντων αἴτιον, ὑπὲρ αἰτίαν καὶ λόγον, τῷ Ἁγίῳ Πνεύματι σωματωθέντα τέτοκας, ἐκ σοῦ τὴν σάρκα ἀνειληφότα, τῆς οἰκείας φύσεως, ἀμεταβλήτου μεινάσης· συνδραμόντων γὰρ ἑκατέρων, αὐθυπάρκτως καθ᾿ ὑπόστασιν ἑνικήν, διπλοῦς τῇ φύσει προέρχεται ὅλος Θεός, καὶ ὅλος ἄνθρωπος, τὴν ἐπ᾿ ἀμφοῖν ὁλότητα, ἐνεργητικοῖς ἰδιώμασιν ἐνδεικνύμενος· πεπονθὼς γὰρ ἐν Σταυρῷ σαρκικῶς, ἀπαθὴς διέμεινεν ὁ αὐτὸς θεϊκῶς· ὥσπερ βροτὸς τεθνηκώς, ἀνεβίω ὡς Θεὸς τριήμερος, τὸ κράτος τοῦ θανάτου καθελών, καὶ φθορᾶς ῥυσάμενος τὸ ἀνθρώπινον. Αὐτὸν ὡς λυτρωτήν, καὶ Σωτῆρα τοῦ γένους ἡμῶν, Θεομῆτορ αἴτησαι, καταπέμψαι ἡμῖν, τῶν οἰκτιρμῶν αὐτοῦ τὸ μέγα ἔλεος. | Φοβερὸ καὶ ἄρρητο εἶναι τὸ μυστήριο ποὺ ἐπιτελέστηκε στὸ πρόσωπό σου, Ἁγνή. Διότι γέννησες, πέρα τοῦ αἰτιατοῦ καὶ τῆς λογικῆς, τὸν Λόγο, τὴν αἰτία τῶν πάντων, ποὺ σωματώθηκε ἐντός σου διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ ἀπὸ ἐσένα ἀνέλαβε σάρκα, μένοντας ἡ δική του φύση ἀμετάβλητη. Διότι μὲ τὴν σύνδεση καθεμιᾶς αὐθύπαρκτης φύσεως σὲ μιὰ ὑπόσταση, ἀναδύεται διπλὸς κατὰ τὴν φύση ὅλος ὁ Θεὸς καὶ ὅλος ὁ ἄνθρωπος. Φανερώνοντάς την ἐν δυάδι ὁλότητα μὲ τὰ ἐνεργητικὰ ἰδιώματα (ἑκάστης φύσεως). Διότι ἂν καὶ ἔπαθε στὸν Σταυρὸ κατὰ τὴν ἀνθρώπινη σάρκα, παρέμεινε ἀπαθὴς κατὰ τὴν θεότητα. Ἂν καὶ πέθανε ὡς ἄνθρωπος, ἀναστήθηκε σὲ τρεῖς ἡμέρες ὡς Θεός, καθαιρώντας τὴν κυριαρχία τοῦ θανάτου καὶ λυτρώνοντας τὴν ἀνθρώπινη φύση ἀπὸ τὴν φθορά. Ἀπὸ Αὐτόν, ποὺ εἶναι ὁ λυτρωτὴς καὶ σωτήρας τοῦ γένους μας, ἐσὺ μητέρα τοῦ Θεοῦ, ζήτησε νὰ μᾶς ἀποστείλει τὸ μέγα ἔλεος τῆς εὐσπλαγχνίας του. |
Εἰς τὸν Στίχον. |
|
Ἐκ σοῦ Παναγία Θεοτόκε Παρθένε, ἀφράστως ἐτέχθη Χριστὸς ὁ Θεὸς ἡμῶν, ἀληθῶς ὑπάρχων Θεὸς προαιώνιος, καὶ ἄνθρωπος πρόσφατος· τὸ μέν, ὢν ἀΐδιος, τὸ δέ, δι᾿ ἡμᾶς γενόμενος· σώζει γὰρ ἐν ἑαυτῷ, ἑκατέρας φύσεως τὴν ἰδιότητα· τὴν μέν, διαλάμπων θαύμασι, τὴν δέ, πιστούμενος πάθεσιν· ὅθεν εἷς καὶ ὁ αὐτός, καὶ θνήσκει ὡς ἄνθρωπος, καὶ ὡς Θεὸς ἀνίσταται· ὃν ἱκέτευε σεμνὴ Ἀπειρόγαμε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. | Ἀπὸ σένα Παναγία Θεοτόκε Παρθένε γεννήθηκε μὲ ἄφραστο τρόπο ὁ Χριστός, ὁ Θεός μας, ποὺ προαιωνίως ὑπάρχει ὡς Θεός, καὶ πρόσφατα ὡς ἄνθρωπος, ἀπὸ τὴν μιὰ ὄντας αἰώνιος, ἀπὸ τὴν ἄλλη γιὰ χάρη μας ἐνανθρωπήσας. Καὶ μάλιστα σῴζει στὸν ἑαυτό του τὴν ἰδιότητα καθεμιᾶς φύσεως, ἀπὸ τὴν μιὰ δοξαζόμενος μὲ τὰ θαύματα, ἀπὸ τὴν ἄλλη ἀποδεχόμενος τὰ πάθη. Λοιπόν, ἕνας καὶ ὁ ἴδιος. Καὶ πεθαίνει ὡς ἄνθρωπος, καὶ ἀνασταίνεται ὡς Θεός. Αὐτὸν ἱκέτευε, σεμνὴ ἀπειρόγαμη, γιὰ νὰ σωθοῦν οἱ ψυχές μας. |
Ἐν τῶ Μεγάλῳ Ἑσπερινῶ. |
|
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν· καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς· πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. | Ἀπὸ τὴν μιὰ σὲ γνωρίσαμε πέραν τῆς φυσικῆς τάξεως ὡς Θεοτόκο, ἀπὸ τὴν ἄλλη ἔμεινες παρθένος κατὰ ὑπέρλογο τρόπο καὶ ἔννοια. Τὸ θαῦμα τοῦ τόκου σου δὲν μπορεῖ νὰ ἑρμηνεύσει ἡ ἀνθρώπινη γλῶσσα. Διότι κοντὰ στὴν παραδοξότητα τῆς συλλήψεως, Ἁγνή, προστίθεται τὸ ἀκατάληπτο τοῦ τρόπου τῆς γεννήσεως. Ὅπου ἰσχύει τὸ θέλημα τοῦ Θεοῦ, ἀκυρώνεται ἡ τάξη τῆς φύσεως. Γι᾿ αὐτό, γνωρίζοντάς σε ὡς μητέρα τοῦ Θεοῦ, σὲ παρακαλοῦμε διαρκῶς νὰ πρεσβεύεις ὥστε νὰ σωθοῦν οἱ ψυχές μας. |
Ἦχος πλ. δ´. |
|
Ἐν τῶ Μικρῶ Ἑσπερινῶ. |
|
Πῶς μή σε μακαρίσωμεν Θεοτόκε! πῶς δὲ μὴ ἀνυμνήσωμεν ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου! Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργὸς φύσεως, τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, τὴν ἀνεξιχνίαστον· ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου Ἁγνὴ κατεσκήνωσε, καὶ σὰρξ ἀτρέπτως ἐγένετο, ἐκ σοῦ Ἀπειρόγαμε· μείνας μέν, ὅπερ ὑπῆρχε, φύσει Θεός, μηδαμῶς δὲ τῆς τοῦ Πατρός, ἐν Πνεύματι κυβερνητικῆς συγκαθεδρίας, ἐκφοιτήσας, ἀληθῶς ὤφθη παιδίον νέον ἐν ἁγίαις ὠλέναις σου, ἀμώμητον σῶμα ἐξ ἀχράντων αἱμάτων σου, μετὰ ψυχῆς λογικῆς, δεύτερος Ἀδάμ, ὁ Κύριος ἐξ οὐρανοῦ. Διὸ αὐτὸν προσκυνοῦμεν Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ· ἑκατέρα γὰρ φύσις, ἐστὶν ἐν αὐτῷ ἀληθῶς· διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τὰς ἐνεργείας, καὶ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς Θεός· ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, Σεμνὴ παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. | Πῶς νὰ μὴ σὲ μακαρίσουμε Θεοτόκε, καὶ πῶς νὰ μὴν δοξολογήσουμε, ὑπερευλογημένη, τὸ ἀκατάληπτο μυστήριο τῆς κυοφορίας σου! Διότι ὁ ποιητὴς τῶν αἰώνων καὶ δημιουργὸς τῆς φύσεώς μας, ἐπειδὴ σπλαγχνίστηκε τὸν κατ᾿ εἰκόνα του ἄνθρωπο22, ἄδειασε τὸν ἑαυτό του μὲ ἀνεξιχνίαστο τρόπο. Αὐτὸς ποὺ βρισκόταν στοὺς ἀΰλους κόλπους τοῦ Πατέρα, κατασκήνωσε στὴν μήτρα σου Ἁγνή, καὶ ἔγινε σάρκα κατὰ ἄτρεπτο τρόπο ἀπὸ ἐσένα ἀπειρόγαμη, μένοντας αὐτὸ ποὺ ἦταν, δηλαδὴ κατὰ φύση Θεός. Γι᾿ αὐτὸ τὸν προσκυνοῦμε ὡς Θεὸ τέλειο καὶ ὡς ἄνθρωπο τέλειο, τὸν ἴδιο σὲ καθεμιὰ ἀπὸ τὶς δύο μορφές. Κάθε μιὰ ἀπὸ τὶς δύο φύσεις ὑπάρχει σ᾿ αὐτὸν ἀληθῶς, καὶ γι᾿ αὐτὸ ὁμολογοῦμε τὰ πάντα διπλά, δηλαδὴ τὰ φυσικά του ἰδιώματα σύμφωνα μὲ τὶς δύο φύσεις του, καὶ σεβόμαστε τὴν παρουσία δύο ἐνεργειῶν καὶ δύο θελημάτων. Διότι ὄντας ὁμοούσιος μὲ τὸν Θεὸ καὶ Πατέρα, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς Θεός, καὶ ὁμοούσιος ὄντας μ᾿ ἐμᾶς, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστη, γιὰ νὰ σωθοῦν οἱ ψυχές μας. |
Εἰς τὸν Στίχον. |
|
Ὃν οὐρανὸς οὐκ ἐχώρησε, Παρθένε Θεοτόκε, ἐν γαστρί σου ἀστενοχωρήτως ἐχωρήθη, καὶ ἔμεινας ἁγνή, ἀρρήτῳ λόγῳ, μηδὲν τῆς παρθενίας λυμανθείσης· Σὺ γὰρ μόνη γέγονας ἐν γυναιξί, καὶ μήτηρ καὶ παρθένος· καὶ σὺ μόνη Πάναγνε, ἐγαλούχησας Υἱὸν ζωοδότην, καὶ ἀγκάλαις σου ἐβάστασας, τὸ ἀνύστακτον ὄμμα· ἀλλ᾿ οὐ διέλιπε τοῦ κόλπου τοῦ πατρικοῦ, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· ἀλλ᾿ ἄνω ὅλως Θεὸς μετὰ Ἀγγέλων, καὶ κάτω ὅλως ἐκ σοῦ μετὰ ἀνθρώπων, καὶ πανταχοῦ ἀνερμηνεύτως. Αὐτὸν ἱκέτευε, Δέσποινα Παναγία, τοῦ σωθῆναι τοὺς ὀρθοδόξως, ὁμολογοῦντάς σε Θεοτόκον ἁγνήν. | Αὐτὸν ποὺ δὲν τὸν χωροῦν οἱ οὐρανοί, ἀνέτως χώρεσε στὴν κοιλιά σου, παρθένε Θεοτόκε, καὶ ἔμεινες παρθένος μὲ ἀκατάληπτο τρόπο, χωρὶς νὰ χαλαστεῖ ἡ παρθενία σου. Ἐσὺ μόνη ἀνάμεσα στὶς γυναῖκες ὑπάρχεις καὶ μητέρα καὶ παρθένος, κι ἐσὺ μόνη πάναγνη ἀνάθρεψες τὸν ζωοδότη Υἱὸ καὶ βάσταξες στὴν ἀγκαλιά σου τὸ ἀνέσπερο φῶς. Αὐτὸς δὲν ἐγκατέλειψε τὸν Πατρικὸ κόλπο, ὅπου προαιωνίως ὑπῆρχε, ἀλλὰ καθ᾿ ὁλοκληρίαν βρισκόταν ὡς Θεὸς μετὰ Ἀγγέλων στὰ οὐράνια καὶ συγχρόνως βρισκόταν ἐξ αἰτίας σου στὴν γῆ μετὰ ἀνθρώπων, καὶ πανταχοῦ παρὼν κατὰ ἀνερμήνευτο τρόπο. Αὐτὸν ἱκέτευε, Δέσποινα Παναγία, γιὰ νὰ σωθοῦν αὐτοὶ ποὺ ὀρθόδοξα σὲ ὁμολογοῦν ἁγνὴ Θεοτόκο. |
Ἐν τῶ Μεγάλῳ Ἑσπερινῶ. |
|
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ᾿ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. |
Ὁ βασιλιὰς τῶν οὐρανῶν φανερώθηκε πάνω στὴν γῆ ἀπὸ φιλανθρωπία καὶ
συναναστράφηκε μὲ τοὺς ἀνθρώπους. Ἀπὸ τὴν ἁγνὴ Παρθένο προσέλαβε σάρκα
καὶ προῆλθε ἀπ᾿ αὐτὴν μαζὶ μὲ αὐτὸ ποὺ προσέλαβε, ὄντας ἕνας Υἱὸς μὲ
δύο φύσεις, ἀλλὰ ὄχι ὑποστάσεις. Γι᾿ αὐτὸ καὶ τὸν Χριστὸ καὶ Θεό μας
κηρύττουμε κατ᾿ ἀλήθειαν καὶ ὁμολογοῦμε τέλειο Θεὸ καὶ τέλειο ἄνθρωπο.
Αὐτὸν ἱκέτευε, ἀνύμφευτη μητέρα, νὰ ἐλεηθοῦν οἱ ψυχές μας. |
1. Βλ. Ἡσ. 10.1: «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης».
2. Βλ. Ἰεζ. 1.3: «Καὶ ἐγένετο ἐπ᾿ ἑμὲ χεὶρ Κυρίου, καὶ εἶδον καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον».
3. Βλ. Ψαλμ. 71,6: «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν». Βλ. καὶ Κριτ. 6,36-37 «Καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· εἰ σὺ σῴζεις ἐν χειρί μου τὸν Ἰσραὴλ καθὼς ἐλάλησες, ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἁλώνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ἰσραήλ, καθὼς ἐλάλησας».
4. Βλ. Ἐφεσ. 2,14: «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἐν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας».
5. Ἰεζ. 44,2: «Καὶ εἶπε Κύριος πρός με· ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη».
6. Πρβλ, Ἐξόδ. 3,2: «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατακαίετο».
7. Βλ. Ἐξόδ. 14,24: «Ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψε Κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης».
8. Βλ. Λουκ. 1,52: «Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινοὺς» (ἀπὸ τὴν ᾠδὴ τῆς Θεοτόκου).
9. Βλ. Ψαλμ. 148,14: «Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ».
10. Βλ. Ψαλμ. 44,10: «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.
11. Βλ. Γεν. 1,27: «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς».
12. Βλ. Ἰεζ. 34,11-12: «Διότι τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά. Ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ, ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου οὐ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου». Βλ. καὶ τὴν παραβολὴν τοῦ ἀπωλεσθέντος προβάτου στο Λουκ. 15,4 κ.ἑξ.: «Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως οὗ εὕρῃ αὐτό; Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων...».
13. Βλ. σημ. 5.
14. Βλ. αὐτόθι.
15. Βλ. σημ. 6.
16. Βλ. Δαν. 2,34: «Ἐθεώρεις ἕως οὗ ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος» (ἀπὸ τὴν ἐξηγήσῃ ποὺ δίνει ὁ προφήτης Δανιὴλ στο ἐνύπνιο τοῦ Ναβουχοδονόσορα).
17. Βλ. Ἐξόδ.14,21: «Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ».
18. Βλ. Ἐξόδ. 14,22: «Καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων».
19. Ἐξόδ. 14,27: «Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας».
20. Βλ. Ἰωάννου Δαμασκηνοῦ, Ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως, Γ´ 46 «Ὢν γὰρ φύσει τέλειος θεὸς γέγονε φύσει τέλειος ἄνθρωπος, ὁ αὐτὸς οὐ τραπεὶς τὴν φύσιν οὐδὲ φαντάσας τὴν οἰκονομίαν».
21. Βλ. Μ. Ἀθανασίου, Κατὰ Ἀρειανῶν, 1,38 καὶ 39 (PG 26, 92B καὶ C): «... αὐτὸς [ὁ Υἱὸς] υἱοποίησεν ἡμᾶς τῷ Πατρί, καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους γενόμενος ἄνθρωπος. [...] γέγονεν ἄνθρωπος, ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ».
22. Βλ. σημ. 11.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου