Ἀπολυτίκιον
Πράϋνον τὰς πονηρὰς καρδίας ἡμῶν Θεοτόκε, σβέσον τὰς ἐπιθέσεις τῶν μισούντων ἡμᾶς καὶ λύσον πάσας τὰς στεναχωρίας τῆς ψυχῆς ἡμῶν τῶν μετ’ εὐλαβείας ἱσταμένων πρὸ τῆς Ἁγίας Εἰκόνος Σου, ὅτι αἱ βάσανοι ἡμῶν πραΰνονται, ὦ Μῆτερ φιλόστοργε. Τὰς πληγὰς σου τιμῶμεν καὶ τὰ βέλη τρομάζομεν τὰ τρώσαντα τὴν καρδίαν σου πάλαι. Φιλέσπλαχνε Μῆτερ, μὴ ἀπωλέσῃς ἡμᾶς διὰ τὴν σκληροκαρδίαν ὴμῶν καὶ φρούρησον ἡμᾶς ἀπὸ τὴν σκληροκαρδίαν τῶν ἀλλοτρίων τῶν καθ’ ἡμῶν κινουμένων. Ὅτι σὺ εἶ ἀληθῶς ἡ πραΰνουσα καρδίας κακάς.
Κοντάκιον
Βοῶμεν ἀπὸ καρδίας εὐλογημένη Μαρία, ἥν Κύριος ἐξελέξατο ἀπὸ πασῶν τῶν θυγατέρων τῆς γῆς καὶ μητέραν τοῦ Μονογενοὺς Του Υἱοῦ ἐποιήσατο διὰ τὴν τοῦ κόσμου σωτηρίαν. Ἐπίβλεψον ἐπὶ τὸν βίον ἡμῶν τὸν πλήρη παντοειδῶν θλίψεων, ἐνθυμουμένη τὰς ὀδύνας καὶ θλίψεις ἅς ὑπέφερες ὡς γεννηθεῖσα ἐπὶ τῆς γῆς ὡς ἡμεῖς καὶ βοήθησον ἡμᾶς εὔστοργε, ἵνα κράζομεν· Χαῖρε πολυωδυνομένη Μῆτερ τοῦ Θεοῦ. Τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς.
Ἄγγελος τοῖς ποιμέσι ἐν Βηθλεέμ τοῦ Σωτῆρος ἀνήγγειλε γέννησιν (τρίς), καὶ σὺν τῷ οὐρανίων ταγμάτων τῷ πλήθει ἔψαλλεν ἐν ἀγαλιάσει·
Χαῖρε, ἐν τῇ ἀγκάλῃ θερμάνασα τὸν Λυτρωτὴν καὶ Θεὸν σου.
Χαῖρε, ἡ ἐν σπαργάνοις τυλίξασα Θεὸν ὡς βρέφος ἐλθεῖν καταδεξάμενον.
Χαῖρε, ἡ γάλακτι ἐκθρέψασα τόν τά σύμπαντα συνέχοντα.
Χαῖρε, ἡ τὸ σπήλαιον μετατρέψασα εἰς ουρανόν.
Χαῖρε, ἡ θρόνου αξιωθεῖσα ἐπὶ τῶν ἀσωμάτων Χερουβείμ.
Χαῖρε, ὅτι παρθένος ἔμεινας , Μῆτερ τοῦ Θεοῦ ἀπειρόγαμε.
Χαῖρε, πολυωδυνομένη Μῆτερ τοῦ Θεοῦ. Τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς.
Βλέποντες οἱ ποιμένες ἐν φάτνῇ βρέφος ἐσπαργανωμένον, εἰς προσκύνησιν Αὐτοῦ ἦλθον, τῇ τῶν ἀγγέλων ἐπαγγελίᾳ. Ἡ δὲ μἠτηρ αὐτοῦ πάντα ταῦτα ἐφύλαττεν ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ὀκταήμερος καταδεξάμενος περιτμηθῆναι, Χριστὲ ὁ Θεός, ὡς άνθρωπος συνεμορφώθεις τῷ νόμῳ τοῦ Ἰσραήλ. Ὑμνοῦντες τὴν ταπείνωσιν τοῦ θελήματός σου Θεοτόκε, ψάλλομεν τῷ Παναγάθῳ Θεῷ ἡμῶν·
Ἀλληλούια
Γνῶσιν θείαν λαβόντες καὶ τὸν νόμον φυλάττοντες, Ιωσὴφ καὶ Μαρία τὸν Ιησοῦν εἰς Ἰερουσαλήμ ἔφερον εἰς τὸν Ναὸν καὶ θυσίαν τῷ Θεῷ προσέφερον διὰ τὸ Παιδίον. Ἀλλὰ ἡμεῖς ἀκαταπαύστως σὲ ὑμνοῦμεν Θεοτόκε οὕτως·
Χαῖρε, εἰς τὸν Ναόν ὁδηγήσασα τὸν τοῦ σύμπαντος Δημιουργόν, τῷ νόμῳ συντασσομένη.
Χαῖρε, ἡ παραδιδοῦσα Χριστὸν ἐν χερσὶ θεοδόχου Συμεών.
Χαῖρε, σύ πάναγνε καὶ εὐλογημένη ἐν γυναιξί.
Χαῖρε, ἐν ταπεινώσει βαστάσα τὸν σὸν σταυρὸν ἐν θλίψεσι κεκοσμημένον.
Χαῖρε, ἡ μήποτε παρακούσασα Θεοῦ τὸ θέλημα.
Χαῖρε, πάσης ὑπομονῆς καὶ ταπεινώσεως ὄχημα.
Χαῖρε, πολυωδυνομένη Μῆτερ τοῦ Θεοῦ. Τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς.
Δύναμις ἐξ ὕψους κατῆλθεν ἐνδυναμοῦσα σε, Μῆτερ τοῦ Θεοῦ, ἐπὶ τῷ ἀκούσματι τῶν λόγων τοῦ θεοδόχου Συμεών, εἰπόντος: « Ἰδοῦ, τοῦτο τὸ Παιδίον ἐστι εἰς ἀνάστασιν καὶ πτῶσιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον καὶ Σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ρομφαία, ὅπως ἄν ἀποκαλυφθῶσι πολλῶν καρδιῶν διαλογισμοί.» Καὶ μεγάλη θλίψις κατέλαβε τὴν καρδίαν τῆς Θεοτόκου καὶ ἐν θλίψει ἐβόησεν τῷ Κυρίῳ·
Ἀλληλούια.
Ἔδραμε ὁ Ἠρώδης ἐξεργάσεσθαι τὴν τοῦ Παιδίου ἀπώλειαν, ἐντειλάμενος θανατῶσαι πάντα τὰ τέκνα Βηθλεὲμ ἀπὸ διετοῦς καὶ κάτω, κατὰ τὸν χρόνον ὅν ἠκρίβωσε παρὰ τῶν Μάγων. Καὶ ἰδοῦ ὁ μνήστωρ Ἰωσὴφ χρηματισθεὶς παρὰ τοῦ ἀγγέλλου κατ’ ὄναρ φεύγει εἰς Αἴγυπτον καὶ ἐπιστρέφει μετὰ τὴν Ἠρώδου τελευτήν.Διὰ τοῦτο ἐν μετανοίᾳ κράζομέν Σοι, Θεοτόκε·
Χαῖρε, ὅτι διέφυγας τὰς ρομφαίας τῶν ζητούντων ἀποκτεῖναι τὸν Υἱὸν Σου.
Χαῖρε, ὅτι ὑπέστης βασάνους καὶ τῆς ἐξορίας τὴν πικρίαν.
Χαῖρε, ὅτι ἐώρακας πάντα τὰ εἴδωλα τῆς Αἰγύπτου πεσόντα ἐπὶ τῆς γῆς, μὴ δυνάμενα φέρειν τὴν δύναμιν τοῦ Υἱοῦ Σου.
Χαῖρε, ὅτι κατῴκησας ἐν Ναζαρὲτ μετὰ τοῦ πρωτοτόκου Υἱοῦ Σου καὶ τοῦ μνήστωρος Ἰωσήφ.
Χαῖρε, ὅτι ἐν ἡσυχίᾳ καὶ προσευχῇ ἀνέθρεψας τὸν Υἱὸν Σου.
Χαῖρε, ὅτι ἐν πτωχείᾳ καὶ σιωπῇ διήνυσας τὸν βίον Σου ἅπαντα.
Χαῖρε, πολυωδυνομένη Μῆτερ τοῦ Θεοῦ. Τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς.
Ζάλη καὶ φόβοι μεγάλοι ἐκυρίευσαν Ἰωσὴφ καὶ Μαρίαν ἀπὸ Ἰερουσαλὴμ ὁδὸν ἡμέρας διανυσάντων καὶ μὴ εὐρόντων τὸν Παῖδα Ἰησοῦν ἐν τῇ συνοδείᾳ. Διὰ τοῦτο ὑπέστρεψαν πρὸς ἀναζήτησιν Αὐτοῦ καὶ εὖρον Αὐτὸν εἰς τὸν Ναὸν καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων ἀκούοντα καὶ ἐπερωτῶντα αὐτούς. Καὶ Μαρία ἐπέπληξε Αὐτόν, καὶ Ἰησοῦς εἶπε πρὸς αὐτούς· τὶ ὅτι ἐζητεῖτέ με; Οὔκ ὁρᾶτε ὅτι έν τῷ οἴκῳ τοῦ Πατρὸς μου εἰμὶ ἐγώ; Καὶ Σὺ Πάναγνε, ἐφύλαττες πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ Σου, καὶ βοῶσα τῷ Κυρίῳ·
Ἀλληλούια.
Ἤκουσεν ἡ τοῦ Θεοῦ μήτηρ ὅτι ὁ Ἰησοὺς περιήρχετο πάσαν τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν κηρύττων τὸ Εὐαγγέλιον τῆς Βασιλείας καὶ θεραπεύων πάσαν νόσον καὶ πάσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ ἦλθε ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους καὶ παραλυτικοὺς τοῦ θεραπεύειν αὐτούς. Ἀλλὰ Σὺ, Μῆτερ τοῦ Θεοῦ, γνοῦσα τὴν προφητείαν, ἐθλίβεσο ἐν τῇ καρδίᾳ Σου, ὅτι ἐγγὺς ἦν ὁ καιρὸς ὅπου ὁ Υἱὸς Σου ἑαυτὸν έμέλλε παραδῶσαι θυσίαν ὑπὲρ τῶν τοῦ κόσμου ἁμαρτημάτων. Διὰ τοῦτο, Σὲ εὐλογοῦμεν πολυοδυνομένη Μῆτερ τοῦ Θεοῦ βοῶντες·
Χαῖρε, ὅτι παρέδωκας τὸν Υἱόν Σου σωτηρίᾳ τοῖς Ἰουδαίοις.
Χαῖρε, ὅτι ὀδυνομένη ὑπετάγης τῷ θελήματι τοῦ Κυρίου Σου.
Χαῖρε, ἡ τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας τὸν κόσμον σώσασα.
Χαῖρε, ἡ τοῦ ἀρχαίου ὄφεως τὴν κεφαλὴν συντρίψασα.
Χαῖρε, ἡ ὡς ζώσαν θυσίαν ἑαυτὴν προσενεγκούσα τῷ Θεῷ.
Χαῖρε, πολυοδυνομένη Μῆτερ τοῦ Θεοῦ, τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς.
Θεοῦ τὴν βασιλείαν κηρύττων ὁ Ἰησοὺς ἀπεκάλυψε τὴν τῶν φαρισαίων ὑπεροψίαν, ὅτι ἑαυτοὺς δικαίους εἶναι ἐθεώρουν. Τὰς παραβολὰς αὐτοῦ ἀκούοντες κατενόουν ὅτι περὶ αὐτῶν ἦν ὁ λόγος καὶ ἐζήτουν τρόπον ὅπως συλλάβωσιν αυτόν. Ἐφοβοῦντο ὅμως τὸ πλῆθος ὅτι προφήτην εἶχον αὐτόν. Βλέπουσα ταῦτα πάντα ἡ Μήτηρ Κυρίου ἐθλίβετο διὰ τὸν ἠγαπημένον Αὐτῆς υἱόν, φοβουμένη ὅτι ἀπολέσουσιν Αὐτόν. Ἡμεῖς δε βοῶμεν τῇ Κεχαριτωμένῃ·
Ἀλληλούια.
Ἰδόντες οἱ Ἰουδαῖοι τὴν τοῦ Λαζάρου ἔγερσιν κατείγγειλαν τοῖς φαρισαίοις πάντα ἅ Ἰησοὺς πεποίηκεν, καὶ Καϊάφας ὤν ἀρχιερεύς τοῦ ἐνιαυτοῦ ἐκείνου εἶπεν: «...συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπώληται.» Καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐζήτουν πῶς ἀποκτεῖναι αὐτόν. Ἀλλὰ βοῶμεν Σοι Πάναγνε·
Χαῖρε, ἡ γεννήσασα τὸν τοῦ κόσμου Σωτῆρα.
Χαῖρε, ἡ πηγὴ τῆς ἡμῶν σωτηρίας.
Χαῖρε, σκεῦος ἐκλογῆς,Μῆτερ τοῦ Θεοῦ ἡμῶν.
Χαῖρε, Μῆτερ τοῦ Θεοῦ ὀδύναις ταρασσομένη.
Χαῖρε, τῶν Οὐρανῶν Βασίλισσα εὐλογημένη.
Χαῖρε, ἡ ἀεὶ πρεσβεύουσα ὑπὲρ ἡμῶν δεδοξασμένη.
Χαῖρε, πολυοδυνομένη Μῆτερ τοῦ Θεοῦ, τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς.
Κήρυξ τοῦ Θείου Λόγου ποτὲ ὁ Ἰούδας καὶ νὺν προδότης, εἰ καὶ ἐκ τῶν δώδεκα προερχόμενος, προσῆλθε τοῖς ἀρχιερεῦσι παραδιδόναι τὸν Διδάσκαλον, οἳ καὶ περιχαρεῖς ἔδωκαν αὐτῷ τὰ τριάκοντα ἀργύρια. Ἀλλὰ Σύ, ὦ Μῆτερ τοῦ Θεοῦ ἐν ὀδύνῃ ἐβόας τῷ Κυρίῳ·
Ἀλληλούια.
Λέντιον περιζωσάμενος πρὸ τοῦ δειπνεῖσαι ὁ Κύριος καὶ πλύνας τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ παράδειγμα ἐγένετο ταπεινώσεως, λέγων αὐτοῖς: « Εἷς ἐξ ὑμῶν παραδώσει με.» Ἀλλὰ καὶ ἡμεῖς ὀδυρόμενοι σὺν τῇ Πανάγνῳ Αὐτοῦ Μητρὶ βοῶμεν·
Χαῖρε, Μῆτερ Κυρίου, ἧς ἡ καρδία ἐμαράνθη, ὁρῶσα τὰ τεκταινόμενα.
Χαῖρε, ἡ ὑποστάσα πάντα δεινᾶ ἐν τῇ κοιλάδι τοῦ πόνου.
Χαῖρε, ἡ ἐν τῇ προσευχῇ εὐροῦσα παρηγορίαν.
Χαῖρε, ἡ χαρὰ πάντων τῶν θλιβομένων καὶ ἐν ὀδύνες εὐρισκομένων.
Χαῖρε, ἡ ἐκ τοῦ βορβόρου τῆς ἁμαρτίας ἡμᾶς σώζουσα.
Χαῖρε, σκεῦος πλῆρες τῆς τοῦ Παναγίου Πνεύματος χάριτος.
Χαῖρε, πολυοδυνομένη Μῆτερ του Θεοῦ, τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς.
Μυστικῶς δειπνῶν ὁ Κύριος ἡμῶν Χριστὸς ηὐλόγησε καὶ ἔκλασε τὸν ἄρτον, θέλων φανερῶσαι τὴν ἑαυτοῦ ἀγάπην ὑπὲρ τῶν ἀνθρώπων, καὶ ἔδωκεν τοῖς Ἀποστόλοις αὐτοῦ εἰπῶν: « Λάβετε, φάγετε τοῦτο ἐστι τὸ Σῶμα Μου.» Καὶ λαβὼν τῷ ποτηρίῳ καὶ εὐχαριστῆσας ἔδωκεν αὐτοῖς λέγων: « Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτο ἐστι τὸ Αἷμα Μου, τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.» Εὐχαριστοῦντες τὸν πολυεύσπλαχνον Θεὸν διὰ τὸ πρὸς ἡμᾶς ἄφατον ἔλεος, ψάλλομεν·
Ἀλληλούια.
Νέον σημεῖον τοῦ ἐλέους Αὐτοῦ ἀπεκάλυψε τοῖς μαθηταῖς ὁ Κύριος, λέγων ὅτι μέλλει ἀποστεῖλαι αὐτοῖς τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς Ἀληθείας, τὸ ἐκπορευόμενον ἐκ τοῦ Πατρὸς καὶ μαρτυροῦν περὶ Αὐτοῦ.Ἀλλὰ πρὸς Σὲ, Μῆτερ τοῦ Θεοῦ, τὴν ἁγιασθεῖσαν ἐκ νέου κατὰ τὴν ἑορτὴν τῆς Πεντικοστῆς ὑπὸ τοῦ Ἁγίου Πνεύματος, βοῶμεν·
Χαῖρε, παλάτιον Πνεύματος Ἁγίου.
Χαῖρε, παστὰς λαμπροφώτιστος καὶ εὐωδιάζουσα.
Χαῖρε, κατοικία εὐρύχωρος τοῦ Θεοῦ καὶ Λόγου.
Χαῖρε, ἡ τῇ γεννήσει Σου διανοίξασα ἡμῖν παραδείσου πύλας.
Χαῖρε, ἡ πρὸς ἡμᾶς φανερώσασα τοῦ θείου ἐλέους σημεῖον.
Χαῖρε, πολυοδυνωμένη Μῆτερ τοῦ Θεοῦ, τρέψον τάς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ ἁπάλυνον καρδίας κακάς.
Ξένον ἄκουσμα λυπηρότατον ἡ προδοσία Ἰούδα, δι’ ἀσπασμοῦ παραδόντος τὸν Διδάσκαλον. Ἡ δὲ σπείρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων, συλλαβόντες τὸν Ἰησοῦν καὶ δήσαντες Αὐτὸν ἀπήγαγον πρὸς τὸν Ἄννα καὶ εἴτα πρὸς Καϊάφα τῷ ἀρχιερεῖ. Ἀλλὰ Σὺ, Μῆτερ τοῦ Θεοῦ, ἀναμένουσα τὴν δεινὴν ἀπόφασιν τῶν ἀνόμων, τῷ Κυρίῳ ἐβὀας ὀδυνομένη·
Ἀλληλούια.
Ὅλον τῶν Ἰουδαίων τὸ συνέδριον προσήγαγε τὸν Ἰησοῦν εἰς τὸν Πιλάτον, λέγοντες ὅτι οὗτος κακαποιὸς ἦν. Ἀλλ’ὁ Πιλάτος εἶπεν αὐτοῖς ὅτι οὐκ εὐρίσκει οὐδεμίαν αἰτίαν ἐν Αυτῷ. Ἡμεῖς δὲ κράζομέν Σοι, Μῆτερ τοῦ Θεοῦ, ἡ ἰδοῦσα τοὺς συκοφάντας τοῦ Υἱοῦ Σου·
Χαῖρε, Σὺ ἡ ὑπομείνασα τὸ δυσβάστακτον φορτίον τῆς θλίψεως.
Χαῖρε, ἡ δάκρυα χύσασα διὰ τὸν Υἱὸν Σου τὸν ἀναμάρτητον.
Χαῖρε, ἡ ἰδοῦσα τὸν Υἱόν τὸν ἠγαπημένον Σου εἰς χεῖρας αδίκων.
Χαῖρε, ὅτι άγογγύστως ὑπέφερας πάντα ὡς ἀληθὴς δούλη Κυρίου.
Χαῖρε, Μῆτερ θρηνοῦσα καὶ ὀδυρομένη.
Χαῖρε, Ἄνασσα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἡ ἀποδεχομένη τὰς δεήσεις τῶν δούλων Σου.
Χαῖρε, πολυοδυνωμένη Μῆτερ τοῦ Θεοῦ, τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς.
Πᾶσαι αἱ γενεαὶ μακαρίζουσί Σε, τὴν τῶν Χερουβεὶμ τιμιωτέραν καὶ τῶν Σεραφεὶμ ἐνδοξοτέραν, τὴν Δέσποιναν καὶ Μητέραν τοῦ Λυτρωτοῦ ἡμῶν, ὅτι ὁ τόκος Σου παντὶ τῷ κόσμῳ χαρὰν ἔφερε. Σὺ ὅμως δυσβάστακτον θλίψιν ὑπέφερες ἰδοῦσα τὸν Υἱὸν Σου τὸν ἠγαπημένον ὑβριζόμενον, μαστιγούμενον καὶ θανάτῳ παραδιδόμενον. Διὰ τοῦτο ἅδωμεν ἐκ βάθους καρδίας ἡμῶν τὸν ὕμνον τοῦτον πρός Σε Πάναγνε, κράζοντες·
Ἀλληλούια.
Ρήτορες λογοπλόκοι λόγους οὐκ ἔχουν περιγράφειν τὰς βασάνους ἅς Σὺ ὑπέφερας Σῶτερ ἡμῶν ὑπὸ τῶν στρατιωτῶν τῶν θεμένων ἐπὶ τῇ κεφαλῇ Σου στέφανονν ἐξ ἀκανθῶν καὶ ἐνδυσάντων Σε πορφύραν, λέγοντες: « Χαῖρε, ὁ Βασιλεῦς τῶν ‘Ιουδαίων!» ραπίζοντές Σε κατὰ τὸ πρόσωπον. ‘Αλλὰ ἡμεῖς, Μῆτερ τοῦ Θεοῦ, γνῶντες τὰς Σὰς Βασάνους, βοῶμεν·
Χαῖρε, ἡ θανατούμενον ὑπὲρ ἡμῶν τὸν Υἱὸν Σου ἰδοῦσα.
Χαῖρε, ἡ ὁρῶσα Αὐτὸν θανατούμενον ὑπὲρ ὑμῶν.
Χαῖρε, ἡ θρέψασα Αὐτὸν τῷ σῷ γάλακτι καὶ ἰδοῦσα ἐπὶ ξύλου κρεμάμενον.
Χαῖρε, ἡ ἐπωδύνως βιώσασα τὸ πάθος αὐτοῦ καὶ τὴν ἀδικίαν.
Χαῖρε, ἡ καθορῶσα τοὺς μαθητὰς ἅπανταςμακρόθεν αὐτοῦ ἱσταμένους
Χαῖρε, ἡ ἰδοῦσα Αὐτὸν σταυρούμενον ὐπὸ χεῖρας ἀνόμων.
Χαῖρε, πολυοδυνομένη Μῆτερ τοῦ Θεοῦ, τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς.
Σῶσαι τὸν Κύριον θέλων Πιλάτος εἶπεν τοῖς Ἰουδαῖοις: «Ἐστὶ συνήθεια ὑμῖν ἵνα ἕναν ὑμῖν ἀπολὐσω ἐν τῷ πάσχᾳ. Βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων; Οἱ δὲ πάντες ἐκραύγασαν λέγοντες: « Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν.» Εὐχαριστοῦμεν τὸ μέγα ἔλεος τοῦ Οὐρανίου Πατρός, τοῦ ἠγαπηκότος τόσον τὸν κόσμον ὥστε παρέδωκεν τὸν μονογενή Του Υἱὸν ἵνα σταυρωθῇ καὶ ἐλευθερώση ἡμᾶς ἐν τοῦ αἰωνίου θανάτου, διὸ καὶ ἡμεῖς βοῶμεν· Ἀλληλούια.
Τεῖχος γενοῦ καὶ ὀχύρωμα ἡμῶν, Δέσποινα, τοὺς πεφορτισμένων θλίψεις καὶ βασάνους. Ὅτι καὶ Σὺ ὑπέφερας ἀκούουσα τὺς Ἰουδαίους κράζοντας: «Σταύρωσον, σταύρωσον αὐτόν!» Νῦν ἐπάκουσον ἡμῶν τῶν βοῶντων πρός Σε·
Χαῖρε, Μῆτερ τοῦ ἐλέους, ἡ σπογγίσασα πᾶν δάκρυον ἡμῶν τῶν σκληρῶς βασανιζομένων.
Χαῖρε, ἡ χαρίσασα ἡμῖν δάκρυα εἰλικρινοῦς μετανοίας.
Χαῖρε, ἡ σώζουσα ἁμαρτωλούς άναξίους.
Χαῖρε, ἡ χριστιανῶν ἀκαταίσχυντος προστάτις.
Χαῖρε, ἡ σώζουσα ἡμᾶς ἀπὸ τῶν παθῶν καὶ τῶν πταισμάτων ἡμῶν.
Χαῖρε, ἡ παραμυθίαν παρέχουσα εἰς τὰς καρδίας τῶν πικρῶς θλιβομένων.
Χαῖρε, πολυοδυνομένη Μῆτερ τοῦ Θεοῦ, τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καῖ πράυνον καρδἰας κακάς.
Ὕμνον προσφέρομεν ἀπὸ βάθους καρδίας τῷ Σωτῆρι τοῦ κόσμου διὰ τὸ ἐθελούσιον Πάθος Αὑτοῦ καταδεξαμένου σταυρωθῆναι εἰς τόπον Γολγοθᾶ. Καὶ ἰδῶν ὁ Ἰησοῦς τήν Μητέραν Αὐτοῦ καὶ τὸν μαθητὴν ὅν ἠγάπα, εἶπεν τῷ μαθητῇ Αὐτοῦ: «’Ιδοῦ ἡ μήτηρ σου.» Καὶ ἔλαβεν ὁ μαθητὴς αὐτὴν είς τὰ ἴδια. Ἀλλὰ, Σὺ Μῆτερ τοῦ Θεοῦ, ὁρῶσα τὸν Υἱὸν καὶ Κύριόν Σου ἐπὶ τοῦ σταυροῦ ἐβόησας τῷ Θεῷ τῷ Ὑψίστῳ·
Ἀλληλούια.
Φῶς Μου, Υἱὲ Μου καὶ Θεὲ προαιώνιε, ἁπάσης κτίσεως Ποιητά! Κύριε, πῶς ἠνέχθης σταυρόν; Ἡ Ἁγνὴ Παρθένος, δάκρυα χέουσα ἐβόα: « Τῇ φοβερᾷ γεννήσει Σου, Υἱὲ Μου, μεμακάρισμαι.Νῦν δε ὁρῶσα Σε ἡ μήτρα μου πυρὶ φλέγεται.» Διὸ καὶ ἡμεῖς, δάκρυα χέομεν, ἐνθυμούμενοι τὰς βασάνους Σου καὶ βοῶμεν πρός Σε·
Χαῖρε, ἡ τρωθεῖσα δεινῶς τῇ καρδίᾳ πολλαπλοῖς τραύμασι.
Χαῖρε, ἡ ἰδοῦσα ὀδυνομένη τὸ ἐθελούσιον τοῦ Υἱοῦ Σου Πάθος.
Χαῖρε, ἡ καθορῶσα τὸν ἠγαπημένον Υἱόν Σου δεινῶς χλευαζόμενον.
Χαῖρε, ἡ ἀμνάς τὸν Υἱόν Σου στέρξασα ἰδεῖν ὡς ἀμνὸν ἐπὶ σφαγὴν ἀγόμενον.
Χαῖρε, ἡ ἰδοῦσα τὸν θεραπεύοντα ψυχὰς καὶ σώματα ἐν πληγαῖς ὅλον ὄντα.
Χαῖρε, ἡ ἐκ νεκρῶν τὸν Υἱὸν Σου ἀναστηθέντα ἰδεῖν ἀξιωθεῖσα.
Χαῖρε, πολυοδυνομένη Μῆτερ τοῦ Θεοῦ, τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ ἁπάλυνον καρδίας κακάς.
Χάρισας ἡμῖν παντελεήμων Σῶτερ ἔλεος, ἀφεὶς τὸ πνεῦμα Σου ἐπὶ τοῦ Σταυροῦ καὶ σχίσας τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν: « Ἰδὲ τὸ Φῶς Μου, ὁ Θεὸς Μου ἐπὶ τοῦ Σταυροῦ θνήσκει!» ἡ Παρθένος μεγάλῃ ταραχῇ ἐφώνησε τῷ Ἰωσὴφ. « Σπεῦσον τῷ Πιλάτῳ καὶ ζήτησον ἵνα αἴρῃ Αὐτὸν ἀπὸ τοῦ Σταυροῦ.» Καὶ πρὸς τὸν Υἱὸν της λέγει: « Ὁρῶσα τὸ καθῃμαγμένον Σου Σῶμα γυμνὸν καὶ ἄδοξον ἐπὶ τοῦ Σταυροῦ, τέκνον Μου, ρομφαία διαπερνᾷ τὴν ψυχὴν Μου, ὡς προέφη Συμεὼν. Διὸ καὶ κράζω·
Ἀλληλούια.
Ψάλλοντες τὰ ἐλέη Σου, τοῦ γένους ἡμῶν Ἐραστά, γονάτοις προσπἰπτομεν ἐπὶ τῷ ἀφράστῳ ἐλέει Σου, Κύριε. Η δὲ Πάναγνος ἀνεφώνησεν: « Ἐπιθυμῶν σῶσαι τὴν Σἡν δημιουργίαν, παρέδωκάς Σε ἑαυτὸν εἰς τὸν θάνατον.» Ἀλλὰ τῇ ἀναστάσει Σου, Χριστέ, ἐλέησον πάντας ἡμᾶς τοὺς ἐπικαλουμένους τὴν Πάναγνον Μητέρα Σου·
Χαῖρε, ἡ ἰδοῦσα τὸν Πανάγαθον Κύριον ἄπνουν καὶ νεκρόν.
Χαῖρε, ἡ ἀσπαζομένη τὸ σῶμα τοῦ ὴγαπημένου υἱοῦ Σου.
Χαῖρε, ἡ ἰδοῦσα τὸ Φῶς τοῦ Κόσμου ἐσβεσμένον ἐπὶ τοῦ Σταυροῦ.
Χαῖρε, ἡ τυλίξασα τῷ Σῶμα Αὐτοῦ σινδόνι καθαρᾷ.
Χαῖρε, ἡ θέσασα τὸ τοῦ Κόσμου Φῶς ἐν τάφῳ.
Χαῖρε, ἡ ἰδοῦσα τὴν Ἀνάστασιν Αὐτοῦ ἐκ τῶν νεκρῶν.
Χαῖρε, πολυοδυνομένη Μῆτερ τοῦ Θεοῦ, τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ ἀπάλυνον καρδίας κακάς.
Ὦ Πανύμνητε Μῆτερ, συντετριμμένη καὶ ἐν θλίψει οὖσα ἐπὶ τῇ Σταυρώσει τοῦ Υἱοῦ καὶ Θεοῦ Σου ( ἐκ γ΄), τἀ δάκρυα δέξαι καὶ τὰς θλίψεις ἡμῶν καὶ σῶσον ἀπὸ πάσης λύπης, ὀδύνης καὶ τοῦ αἰωνίου θανάτου, πάντας τους ἐλπίζοντας ἐπὶ Σε, ἱνα βοῶμεν τῷ Θεῷ·
Ἀλληλούια.
Προσευχές στην Μητέρα του Θεού ενώπιον της Εικόνας Της
Πραΰνουσα τας Κακάς καρδίας
ΠΡΩΤΗ ΠΡΟΣΕΥΧΗ
Πολυοδυνόμενη Μήτερ του Θεού, την μακαριζομένην υπεράνω πασών των παρθένων, συμφώνως τη αγνότητι και τη ποικιλία των βασάνων των υποφερόντων εκ Σου τη γη. Εισάκουσον τας ικεσίας ημών και πράϋνον τας καρδίας των κακών ανθρώπων και προστάτεψον ημάς υπό την σκέπην του ελέους Σου. Ότι άλλην καταφυγήν και ένθερμη μεσίτρια εκτός Σου ου γινώσκομεν, αλλά ως έχουσα μεγίστην παρρησίαν ενώπιον του Ενός του γεννηθέντος υπό Σου, βοήθησον και σώσον ημάς ταις δεήσεσί Σου, ότι εκτός Σου ού δυνάμεθα ίνα επιτύχωμεν την Επουράνιον Βασιλείαν, όπου συν πάσι τοις Αγίοις, ψάλλομεν τον τρισάγιον ύμνον Ενί Θεώ εν Τριάδι,, νυν και αεί και εις τους αιώνας των αιώνων αιώνω. Αμήν.
ΔΕΥΤΕΡΑ ΠΡΟΣΕΥΧΗ
Τίς μη καλέσει Σε Ευλογημένη, Παρθένε Κεχαριτωμένη! Τις μη υμνήσει Σου την στοργήν προς το γένος των αθρώπων! Δεόμεθά Σου, ικετεύομεν Σε, μην εγκαταλείπεις ημάς εν δυστυχίαις· πραΰνον τας καρδίας ημών εν αγάπη και απόστειλον το έλεός Σου τοις εχθροίς ημών, ίνα απαλύνει τας καρδίας αυτών τη ειρήνη Σου προς ημάς τους καταδιωκόμενους υπ’ αυτών. Έτι του κόσμου μισούντων ημάς, έκτεινον την Σην αγάπην προς ημάς, δέξου ημάς και δος ημίν την θεοδώρητον χάριν της υπομονής, ίνα ανθέξωμεν άνευ γογγυσμού τους πειρασμούς, συμπλοκάς εν τω κόσμω Δέσποινα. Πραΰνον τας καρδίας των μοχθηρών ανθρώπων των επανιστάμενων εναντίον ημών, μήπως αι καρδίαι αυτών απολεσθώσιν εν τη αδικία, αλλά Κεχαριτωμένη, Συ ικέτευσον τον Σον Υιόν και Θεόν ημών όπως επισκιάσει τας καρδίας αυτών εν ειρήνη ίνα ο πονηρός, ο πατήρ του κακού καταισχυνθεί. Και ημείς ταπεινοί και αχρείοι καθώς ήμεν, ψάλλοντες την στοργήν Σου προς ημάς, υμνήσωμέν Σοι, Πανθαύμαστη Κυρία, Παρθένε Κεχαριτωμένη· επάκουσον ημών τη ώρα ταύτη, ότι αι καρδίαι ημών εισί βαρείαι, προφύλαξον ημάς εν ειρήνη και αγάπη ο είς τω ετέρω και προς τους εχθρούς ημών, τίλλε πάσαν αδυναμίαν και εχθρότηττα ήν έχομεν, ίνα υμνώμεν εις Σε και τω Υιώ Σου τω Κυρίω ημών Ιησού Χριστώ. Αλληλούια (εκ γ’).
ΤΡΙΤΗ ΠΡΟΣΕΥΧΗ
Ευχαριστούμεν Σοι, Κύριε ός αγαπάς την ανθρωπότητα, Βασιλεύ των αιώνων και δοτήρ πάντων των αγαθών. Συ διέλυσας εχθρότητα και εχάρισας ειρήνη παντί τω λαώ. Χάρισον νυν ειρήνην τοις δουλοις Σου και ενδυνάμωσον τον φόβον Σου εν αυτοίς, ούτως δυνάμεθα ίνα αγαπάμε αλλήλους. Πράϋνον διαφωνίας, αποδίωξον σκάνδαλα προκεκλημένα εκ λογομαχίας. Ότι Συ εί η ειρήνην ημών και είς Σε αποδίδομεν δόξαν τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν
Η απόδοση από τα αγγλικά ἔγινε ἀπό τήν
κυρία Εὐγενία Κόλλια Φιλόλογο
*** Η θαυματουργή εικόνα της «Παναγίας της Πραύνουσας κακάς καρδίας.Η μυροβλυσία και τα συνεχόμενα θαύματά της.
***Η θαυματουργή εικόνα της Παναγίας με τα επτά σπαθιά ή ΄΄Πραύνουσα καρδίας κακάς΄΄
Αναρτήθηκε από π.Γεώργιος ΠΡΟΣΚΥΝΗΤΗΣ στις 7/17/2012