Δευτέρα 23 Οκτωβρίου 2017

Χαιρετισμοί Παναγίας Πορταΐτισσας ( Μονῆς Ἰβήρων )


 
Ἐκ χειρογράφου τῆς Μονῆς Ἰβήρων
 
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν
μυστικῶς.
Τῶν μοναστῶν ἡ πληθὺς δεῦτε τοῦ Ἄθω,
ἀνευφημήσωμεν πιστῶς ἐν θείοις ὕμνοις, τὴν
πανάχραντον Παρθένον καὶ Θεοτόκον, Ἰβήρων
τῆς σεβασμίας θείας Μονῆς, τὴν μόνην
κηδεμονίαν καὶ θυρωρόν καὶ τοῦ Ὄρους τὴν
ἔφορον, ἀναβοῶντες ἐκτενῶς· Χριστιανῶν τὸ
στήριγμα, χαῖρε Κόρη Μητρόθεε.
 
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ
Στρατηγῷ.
Τὴν Θεοτόκον οἱ πιστοὶ ἀνευφημήσωμεν,
Ἁγίου Ὄρους τὸ στεῤῥὸν σαφῶς προπύργιον,
ἀσφαλῆ τε θυρωρὸν τῆς Μονῆς Ἰβήρων,
ἐκβοῶντες πρὸς αὐτήν· τοὺς προσκυνοῦντάς Σου,
τὴν Εἰκόνα εὐλαβῶς κινδύνων λύτρωσαι, ἵνα
κράζομεν· χαῖρε Κόρη Μητρόθεε.
 
Οἱ Οἶκοι.
ρχομένῳ τῷ ὕμνῳ, Παναγία Παρθένε,
παράσχου μοι ἐξ ὕψους Σὴν χάριν (γ΄)· ἵν’ ἰσχύσω
τῆς Σῆς ἐξειπεῖν, σεβασμίας Εἰκόνος τὴν ἔλευσιν,
ἐν τῇ Ἰβήρων Ἱερᾷ Μονῇ, καὶ ἐκβοᾶν Σοι ταῦτα·
Χαῖρε, τοῦ Ἄθω ἡ εὐκοσμία·
χαῖρε, Σῶν δούλων ἡ προστασία.
Χαῖρε, τῆς Ἰβήρων Μονῆς Σου ἡ ἔφορος·

χαῖρε, μοναζόντων ἁπάντων ἐπίκουρος.
Χαῖρε, Κόρη τὸ τεράστιον, οὐρανοῦ τε καὶ γῆς·
χαῖρε, μόνη Μητροπάρθενε, ἣν ὑμνοῦσι
γηγενεῖς.
Χαῖρε, ὅτι ὑπάρχεις τοῦ ἐλέους ἡ θύρα·
χαῖρε, ὅτι πηγάζεις ἰαμάτων τὰ μῦρα.
Χαῖρε, ναοῦ τοῦ Σοῦ ἡ εὐπρέπεια·
χαῖρε, Σῶν ὑμνητῶν καλλιέπεια.
Χαῖρε, δι’ ἧς κατοικεῖται ὁ Ἄθως·
χαῖρε, δι’ ἧς πᾶν ἐλαύνεται πάθος.
Χαῖρε, Κόρη Μητρόθεε.
 
Βλέπων βροτείου γένους, ὁ ἐχθρὸς ὁ ἀρχαῖος, ἐξ
ὕψους ὁ πεσὼν Ἑωσφόρος, τὴν σεπτὴν Ἐκκλησίαν
τοῦ Θεοῦ αὐξανομένην, εἰς τέλος ἐμήνισε, καὶ κατ’
Αὐτῆς διήγειρε, τοὺς μὴ Θεῷ εἰδότας κράζειν·
Ἀλληλούϊα.
 
Γνώμην δείλαιος ἄναξ, πονηρὰν κεκτημένος,
Θεόφιλος Θεοῦ ὁ διώκτης, κατ’ Εἰκόνων σεπτῶν
διωγμόν, συμβουλίᾳ Βελίαρ ἐκίνησε, πιστοὶ δ’
Εἰκόνα σέβοντες τὴν Σὴν Ἁγνή, ἐβόων οὕτω·
Χαῖρε, Θεοῦ αἰωνίου Μήτηρ·
χαῖρε, ναὲ καὶ κιβωτὲ καὶ πύλη.
Χαῖρε, ἡ χαρίτων ἡμᾶς ἀξιώσασα·
χαῖρε, Ὄρος Ἄθω δεινῶν διασώζουσα.
Χαῖρε, Δέσποινα, ἀντίληψις Ὀρθοδόξων
κραταιά·